ΤΟ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ - ΚΥΡΙΑΚΗ 17 ΔΕΚΕΜΒΡΙΟΥ 2023
Κυριακή προ της Χριστού γεννήσεως
Προπάτωρ Αδάμ
Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.
Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,
Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.
Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.
Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,
Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.
Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.
Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ' Ἄβελ,
Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.
Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.
Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,
Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.
Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.
Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,
Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.
Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.
Ἑξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.
Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.
Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.
Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,
Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.
Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.
Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,
Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.
Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.
Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,
Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.
Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.
Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,
Οὐ τὸν φονευτήν, ἀλλ' ὁμωνύμως Λάμεχ.
Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.
Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·
Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.
Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.
Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,
Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.
Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.
Μὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,
Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.
Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.
Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,
Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.
Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.
Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,
Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.
Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.
Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,
Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.
Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ' οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.
Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,
Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.
Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.
Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.
Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.
Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.
Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,
Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.
Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.
Γράφων παλαιῶν τοὺς ἐπ' ἀλλήλων τόκους,
Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.
Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.
Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,
Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.
Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.
Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,
Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.
Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.
Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,
Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;
Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.
Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,
Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.
Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.
Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,
Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.
Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰακώβ.
Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,
Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.
Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.
Κἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,
Κλέος παρ' ἡμῖν οὐ τὸ δεύτερον φέρει.
Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.
Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,
Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;
Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.
Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·
Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.
Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.
Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,
Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.
Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.
Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,
Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.
Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.
Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας
Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.
Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.
Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,
Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.
Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.
Ἀσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,
Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.
Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.
Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον
Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.
Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.
Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,
Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.
Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.
Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,
Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.
Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.
Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα
Φαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.
Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.
Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,
Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.
Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.
Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.
Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.
Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.
Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.
Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.
Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.
Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,
Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.
Μνήμη Σαλμών, υἱοῦ Ναασών.
Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους
Σαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.
Μνήμη Βοόζ, υἱοῦ Σαλμών.
Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,
Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.
Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.
Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,
Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.
Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.
Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,
Ἕως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.
Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;
Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.
Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,
Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.
Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.
Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,
Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.
Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.
Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·
Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.
Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.
Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,
Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.
Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.
Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ
Εὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.
Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.
Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·
Ὑιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.
Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.
Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,
Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.
Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.
Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,
Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.
Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.
Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,
Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.
Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.
Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.
Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!
Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.
Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,
Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.
Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.
Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,
'Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.
Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.
Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,
Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.
Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.
Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,
Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.
Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.
Πρῶτον μέτ' αὐτὴν τὴν μετοικίαν τέκνον
Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.
Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.
Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,
Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.
Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.
Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.
Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.
Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.
Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,
Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.
Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.
Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,
Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.
Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.
Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,
Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.
Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.
Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,
Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.
Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.
Τεχθεὶς ἀπ' Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,
Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.
Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.
Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,
Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.
Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.
Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,
Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.
Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.
Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον
Τὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.
Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.
Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,
Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.
Μνήμη τοῦ δικαίου Μελχισεδέκ.
Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,
Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.
Μνήμη τοῦ δικαίου Ἰώβ.
Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,
Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.
Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.
Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,
Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.
Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.
Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,
ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;
Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,
Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.
Μνήμη τοῦ Προφήτου Νάθαν.
Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,
Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.
Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.
Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.
Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.
Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.
Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.
Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.
Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.
Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,
Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.
Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.
Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.
Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.
Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.
Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.
ᾌσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.
Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.
Μνήμη τῆς δικαίας Ῥούθ.
Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.
Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.
Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.
Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.
Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.
Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.
Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.
Μνήμη τῆς δικαίας Σωσάννης.
Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.
Κατά την 18η του Δεκεμβρίου, αν τύχει ημέρα Κυριακή ειδάλλως αμέσως μετά απ' αυτή, «Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων». Και αυτοί, είναι οι έξης:
Ααρών Προφήτης, Άβελ Δίκαιος, Αβιά Βασιλεύς, Αβιούδ Δίκαιος, Αβραάμ Πατριάρχης, Αδάμ Προπάτωρ, Αζώρ Δίκαιος, Αμιναδάβ Δίκαιος, Αμμών Βασιλεύς, Άννα Προφήτις, Αράμ Δίκαιος, Αρφαξάδ Δίκαιος, Ασά Βασιλεύς, Ασήρ Πατριάρχης, Ασινέθ Δικαία, Άχαζ Βασιλεύς, Αχείμ Δίκαιος, Βενιαμίν Πατριάρχης, Βοόζ Δίκαιος, Γαδ Πατριάρχης, Δαβίδ Προφήτης, Δαν Πατριάρχης, Δανιήλ Προφήτης, Δεβόρρα Δικαία, Έβερ Δίκαιος, Εζεκίας Βασιλεύς, Ελεάζαρ Δίκαιος, Ελιακείμ Δίκαιος, Ελιούδ Δίκαιος, Ενώς Δίκαιος, Ενώχ Δίκαιος, Εσθήρ Δικαία, Εσρώμ Δίκαιος, Εύα προμήτωρ, Ζαβουλών Πατριάρχης, Ζαρά Δίκαιος, Ζοροβάβελ Δίκαιος, Θάρρας Δίκαιος, Ιακώβ Πατριάρχης, Ιακώβ υιός Ματθάν Δίκαιος, Ιάρεδ Δίκαιος, Ιάφεθ Δίκαιος, Ιεσσαί Δίκαιος, Ιεχονίας Βασιλεύς, Ιησούς Ναυή Δίκαιος, Ιούδας Πατριάρχης, Ιουδίθ Δικαία, Ισαάκ Πατριάρχης, Ισάχαρ Πατριάρχης, Ιωάθαμ Βασιλεύς, Ιώβ Δίκαιος, Ιωράμ Βασιλεύς, Ιωσαφάτ Βασιλεύς, Ιωσήφ Πατριάρχης, Ιωσήφ ο Μνήστωρ Δίκαιος, Ιωσίας Βασιλεύς, Καϊνάν υιός Ενώς Δίκαιος, Καϊνάν υιός Αρφαξάδ Δίκαιος, Λάμεχ Δίκαιος, Λεία Δικαία, Λευΐ Πατριάρχης, Μαθουσάλας Δίκαιος, Μαλελεήλ Δίκαιος, Μανασσής Βασιλεύς, Μαρία αδελφή Μωυσέως Δικαία, Ματθάν Δίκαιος, Μελχισεδέκ Δίκαιος, Μωσής Προφήτης, Ναασσών Δίκαιος, Νάθαν Προφήτης, Ναχώρ Δίκαιος, Νεφθαλείμ Πατριάρχης, Νώε Δίκαιος, Οζίας Βασιλεύς, Παίδες τρεις, Ραγάβ Δίκαιος, Ραχήλ Δικαία, Ρεβέκκα Δικαία, Ροβοάμ Βασιλεύς, Ρουβίμ Πατριάρχης, Ρουθ Δικαία, Σαδώκ Δίκαιος, Σάλα Δίκαιος, Σαλαθιήλ Βασιλεύς, Σαλμών Δίκαιος, Σαμουήλ Προφήτης, Σαραφθία Δικαία, Σάρρα Δικαία, Σερούχ Δίκαιος, Σηθ Δίκαιος, Σημ Δίκαιος, Σολομών Προφήτης, Σουμανίτις Δικαία, Συμεών Πατριάρχης, Σωσάννα Δικαία, Φάλεκ Δίκαιος, Φαρές Δίκαιος, Ωβήδ Δίκαιος, Ωρ Προφήτης.
Κοντάκιον
Ἦχος πλ. β’.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Προφήτης Δανιὴλ καὶ τὰ τρία παιδιὰ Ἀνανίας, Ἀζαρίας καὶ Μισαὴλ
Eις τον Δανιήλ.
Ὕπαρ, Θεέ, βλέπει σε νῦν ἐπὶ θρόνου,
Τμηθεὶς Δανιήλ, οὐκ ὄναρ καθὼς πάλαι.
Eις τους τρεις Παίδας.
Εἰ μὴ θανεῖν τρεῖς Παῖδες ἤρων ἐκτόπως,
Ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.
Ἑβδομάτῃ δεκάτῃ Δανιὴλ τάμον, ὃς βλέπει μέλλον.
Ὁ Προφήτης Δανιὴλ εἶναι ἕνας ἀπὸ τοὺς τέσσερις μεγάλους προφῆτες καὶ ἔζησε στὰ τέλη τοῦ 7ου μὲ τὶς ἀρχὲς 6ου π.Χ. αἰώνα. Ἀνῆκε στὴ φυλὴ τοῦ Ἰούδα, ἦταν ἀπὸ βασιλικὸ γένος καὶ γεννήθηκε στὴν Ἄνω Βηθαρά.
Νήπιο ἀκόμα, ὁδηγήθηκε μαζὶ μὲ τοὺς γονεῖς του αἰχμάλωτος στὴν Βαβυλώνα. Μὲ τὴν πρόνοια τοῦ Ναβουχοδονόσορα, ὁ Δανιὴλ (ποὺ ὁ αὐτοκράτορας μετονόμασε Βαλτάσαρ) μὲ τοὺς τρεῖς Ἑβραίους νεαρούς, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, σπούδασαν στὴν αὐτοκρατορικὴ αὐλή. Ἐπειδὴ ἡ ἀπόδοσή τους στὶς σπουδὲς ἦταν ἄριστη, ὅταν ἐνηλικιώθηκαν ὁ βασιλιὰς τοὺς ἔδωσε μεγάλη θέση στὸ κράτος. Μάλιστα ὁ Δανιὴλ εἶχε τὸ χάρισα νὰ ἑρμηνεύει ὄνειρα καὶ ἀργότερα προφήτευσε καὶ τὸν ἐρχομὸ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. Κάποτε ὅμως ὁ Ναβουχοδονόσωρ, ἔκανε δική του χρυσὴ εἰκόνα καὶ ἀπαίτησε ἀπ’ ὅλους τοὺς ἀξιωματούχους καὶ τὸν λαὸ νὰ τὴν προσκυνήσουν.
Ὁ Δανιὴλ ἔλειπε σὲ ἀποστολή. Ἦταν ὅμως οἱ τρεῖς παῖδες, ποὺ δὲν προσκύνησαν τὴν εἰκόνα. Ἀμέσως καταγγέλθηκαν στὸ βασιλιά. Αὐτὸς τοὺς εἶπε ὅτι, ἂν πράγματι δὲν προσκύνησαν, τοὺς περιμένει τὸ καμίνι τῆς φωτιᾶς. Τότε οἱ τρεῖς παῖδες ἀπάντησαν: «Ἄκου βασιλιά· ὁ οὐράνιος Θεός, τὸν ὁποῖο ἐμεῖς λατρεύουμε, εἶναι τόσο δυνατός, ποὺ μπορεῖ νὰ μᾶς βγάλει σώους καὶ ἀβλαβεῖς ἀπὸ τὸ καμίνι τῆς φωτιᾶς καὶ νὰ μᾶς σώσει ἀπὸ τὰ χέρια σου. Ἀλλὰ καὶ ἂν ἀκόμα δὲν τὸ κάνει, νὰ ξέρεις ὅτι τοὺς θεούς σου δὲ λατρεύουμε καὶ τὴν εἰκόνα σου δὲν προσκυνάμε».
Πράγματι, ὅταν τοὺς ἔριξαν στὴν φωτιά, οἱ τρεῖς παῖδες βγῆκαν σῶοι καὶ ἀβλαβεῖς. Τὸ ἴδιο συνέβη ἀργότερα καὶ μὲ τὸν Δανιήλ, ὅταν ὁ Δαρεῖος τὸν ἔριξε στὸ λάκκο τῶν λεόντων, ἐπειδὴ ἔκανε τὴν προσευχή του, ἐνῶ ὁ βασιλιὰς εἶχε διατάξει γιὰ 30 ἡμέρες νὰ μὴν κάνει κανεὶς ἰδιαίτερη προσευχή.
Βλέποντας τὸ θαῦμα ὁ Δαρεῖος, κράτησε τὸν Δανιὴλ στὴν αὐλή του, ὅπου παρέμεινε καὶ πέθανε σὲ βαθιὰ γεράματα, πιθανότατα, στὰ Σοῦσα.
Ἀπολυτίκιο. Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Καθαρθεῖσα Πνεύματι, ἡ καθαρά σου καρδία, προφητείας γέγονε, φαεινοτάτης δοχεῖον· βλέπεις γὰρ, ὡς ἐνεστῶτα τὰ μακρὰν ὄντα· λέοντας, ἀποφιμοῖς δὲ βληθεὶς ἐν λάκκῳ· διὰ τοῦτό σε τιμῶμεν, Προφῆτα μάκαρ Δανιὴλ ἔνδοξε.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. β’. Αὐτόμελον.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογός, ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὦ Οἰκτίρμον, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Μεγαλυνάριον.
Τόκον τῆς Παρθένου προκατιδών, Δανιὴλ Προφῆτα, ὡς τῆς χάριτος ὀφθαλμός, πίστει τῶν λεόντων, ἐνέφραξας τὸ στόμα· ἔνθεν τὴν ἀρετήν σου, πάντες ᾐδέσθησαν.
Ἕτερον Μεγαλυνάριον.
Θάλαμον οἱ Παῖδες πνευματικόν, δρόσῳ τῆς Τριάδος, ἀπειργάσαντο ἐμφανῶς, τὴν ἑπταπλασίως, κάμινον ἐκκαφθεῖσαν, ἐν ᾗ χοροβατοῦντες, Θεὸν δοξάζουσι.
Ὁ Ἅγιος Διονύσιος ὁ Θαυματουργός ὁ ἐκ Ζακύνθου, Ἀρχιεπίσκοπος Αἰγίνης
Λιπὼν τὰ τῆς γῆς, νῦν κατοικεῖ ἐν πόλῳ,
κλέος Ζακύνθου Διονύσιος νέος.
Ἔχει μὲν ἡ γῆ σῶμα Διονυσίου
Νέου, Πόλος δὲ τοῦδε τὴν ψυχὴν φέρει.
Ἑβδομάτῃ δεκάτῃ θάνεν, Διονύσιος ὁ κλεινός.
Ο Άγιος Διονύσιος γεννήθηκε το 1547 μ.Χ. στο χωριό Αιγιαλός της Ζακύνθου. Το κατά κόσμον όνομά του ήταν Δραγανίγος ή Γραδενίγος Σιγούρος (ή Σηκούρο). Η οικογενειά του ήταν εύπορη και κατείχε μεγάλη έκταση γης, ενώ οι γονείς του συμμετέχοντας στους πολέμους των Βενετών κατά των Τούρκων απέκτησαν και αριστοκρατικό ιδίωμα. Ο πατέρας του λεγόταν Μώκιος και η μητέρα του Παυλίνα, ενώ είχε άλλα δύο αδέλφια τον Κωνσταντίνο και τη Σιγούρα. Σύμφωνα με τοπικές παραδόσεις της Ζακύνθου, που δεν επιβεβαιώνονται ιστορικά, ο Άγιος είχε για ανάδοχο τον Άγιο Γεράσιμο (βλέπε 16 Αυγούστου και 20 Οκτωβρίου).
Ο Άγιος Διονύσιος, ανατράφηκε με τα διδάγματα του Ευαγγελίου. Έτσι γρήγορα διακρίθηκε στα γράμματα και την αρετή. Νωρίς, μόλις ενηλικιώθηκε, ασχολήθηκε με τη διδασκαλία του θείου λόγου, φροντίζοντας συγχρόνως να συντρέχει στην ανακούφιση των φτωχών. Κατόπιν έγινε μοναχός στη βασιλική Μονή των Στροφάδων, παίρνοντας το όνομα Δανιήλ, όπου ασκήθηκε στην αγρυπνία, την εγκράτεια και τη μελέτη των Γραφών.
Αργότερα ο Διονύσιος, θα χριστεί ιερέας παρά τις αρχικές του επιφυλάξεις λόγω της βαριάς ευθύνης της ιεροσύνης, από τον επίσκοπο Κεφαληνίας και Ζακύνθου, Θεόφιλο. Έπειτα, το 1577 μ.Χ., πήγε στην Αθήνα, για να βρει καράβι προκειμένου να ταξιδέψει στα Ιεροσόλυμα. Αλλά ο τότε αρχιερέας των Αθηνών, Νικάνορας, άκουσε κάποια Κυριακή το λαμπρό του κήρυγμα και μετά από πολλές παρακλήσεις τον έκανε επίσκοπο Αιγίνης, με την επίσημη κατόπιν έγκριση της Εκκλησίας Κωνσταντινούπολης, δίνοντας του το όνομα Διονύσιος.
Τα ποιμαντικά του καθήκοντα, επιτέλεσε άγρυπνα και άοκνα. Αναδείχτηκε διδάσκαλος, πατέρας και παιδαγωγός του ποιμνίου του. Η φήμη του είχε διαδοθεί παντού, αλλά αυτός παρέμενε απλός και ταπεινός.
Ασθένησε όμως από τους πολλούς κόπους και παραιτήθηκε. Γύρισε στη Ζάκυνθο, όπου μέχρι το 1579 μ.Χ. ήταν προσωρινός επίσκοπος. Μετά αποσύρθηκε στη Μονή της Θεοτόκου της Αναφωνητρίας, όπου ασκήτευε και με αγάπη κήρυττε και βοηθούσε τους κατοίκους του νησιού.
Οι οικογένειες Σιγούρου και Μονδίνου από διασωθέντα έγγραφα που ανάγονται στα αρχεία της Βενετίας, φαίνεται να είχαν θανάσιμο μίσος. Συμπλοκές μεταξύ των δυο οικογενειών συνέβαιναν διαρκώς. Σε μια από αυτές ο αδελφός του Αγίου, Κωνσταντίνος, δολοφονήθηκε. Στην προσπάθεια όμως να διαφύγει ο δολοφονός του Κωνσταντίνου αναζήτησε καταφύγιο στο μοναστήρι που βρισκόταν ο Άγιος, χωρίς όμως να γνωρίζει τη συγγένεια. Όταν ο δολοφόνος έφτασε στη Μονή, ερωτήθη από τον Διονύσιο, που ήταν ο ηγούμενος της Μονής, γιατί ζητεί καταφύγιο, αφού κανονικά δεν επιτρέπετο να εισέλθει. Ο ίδιος απάντησε πως τον κυνηγούσαν οι Σιγούροι, ενώ μετά από διαρκείς ερωτήσεις ομολόγησε πως δολοφόνησε τον Κωνσταντίνο Σιγούρο. Ο Διονύσιος παρά τη θλίψη του, όχι μόνο έκρυψε τον δολοφόνο αλλά και τον φυγάδευσε. Έτσι με αυτόν τρόπο κατάφερε να αποτρέψει ένα ακόμα έγκλημα και ταυτόχρονα να δώσει τη δυνατότητα μετανοίας στον δολοφόνο, παρά την πικρία για το χαμό του αδελφού του, δίνοντας ένα παράδειγμα συγχωρητικότητας και υψηλής εφαρμογής των Χριστιανικών ιδεωδών. Για τον λόγο μάλιστα αυτό ονομάστηκε και «Άγιος της Συγνώμης».
Ο Διονύσιος πέθανε σε βαθιά γεράματα, 17 Δεκεμβρίου 1622 μ.Χ. Τάφηκε στη Μονή Στροφάδων και κατά την εκταφή το λείψανό του βγήκε ευωδιαστό και αδιάφθορο.
Η αγιότητά του αναγνωρίσθηκε από το οικουμενικό πατριαρχείο το 1703 μ.Χ., αλλά στο νησί ένεκα του βίου του, αλλά και του λειψάνου του ετιμάτο ως άγιος αρκετά νωρίτερα.
Στις 24 Αύγούστου του 1717 μ.Χ. μετεκομίσθη το Σεπτό Σκήνωμά του στη Ζάκυνθο για να προστατευθεί από τους πειρατές. Αρχικά φυλάχτηκε στον Ιερό Ναό του Μετοχίου της Ι. Μονής, στο προάστιο Καλλιτέρος. Το 1764 μ.Χ. εναποτέθηκε οριστικά στην ομώνυμη Ιερά Μονή του, που έχτισαν oί Μοναχοί των Στροφάδων. Από τότε το Σεπτό Σκήνωμά του αποτελεί μέχρι σήμερα πόλο έλξεως χιλιάδων προσκυνητών και πηγή συνεχών ιάσεων και θαυμάτων.
Η ανακήρυξη του Αγίου Διονυσίου σαν Προστάτη της Ζακύνθου, αντί της Παναγίας της Σκοπιώτισσας και του Αγίου Ιωάννη του Προδρόμου, έγινε από την Κοινότητα Ζακύνθου ύστερ’ από το έτος 1758 μ.Χ. και πριν από το 1763 μ.Χ., όταν η Βενετσιάνικη Γερουσία ενέκρινε απόφαση του Προβλεπτή Ζακύνθου Φραγκίσκου Μανωλέσου, για την αναγνώριση σαν επίσημης ημέρας της 17ης Δεκεμβρίου κάθε χρόνου. Ως τότε, η επέτειος της Κοιμήσεως του Αγίου Διονυσίου (17 Δεκεμβρίου), θεσπισμένη από τη Συνοδική Έκθεση του 1703 μ.Χ., γιορταζόταν ανεπίσημα, με τη λιτανεία στην πόλη του ιερού Λειψάνου και πανηγύρι. Επίσης, ορίσθηκε να γιορτάζεται επίσημα και η 24η Αυγούστου, επέτειος της μετακομιδής του ιερού Λειψάνου από τα Στροφάδια στη Ζάκυνθο, με πανηγύρι και λιτανεία του Πολιούχου στην πόλη.
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον, σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀγάπης τῷ δεσμῷ, συντεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.
Ὁ Οἶκος
Σιγησάτωσαν, ἤδη σιγησάτωσαν οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεὴς καὶ θρέμμα ἀξιέπαινον.
Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν, ἀλλ' ἐκείνας μὲν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος, ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Μεγαλυνάριον
Ήκεν εκ Στροφάδων ως θησαυρός, τη πόλει Ζακύνθου, το Σον Λείψανον το σεπτόν, και καταπλουτίζει, θαυμάτων ενεργείας, των ευσεβών τα στίφη, ω Διονύσιε.
Οἱ Ἅγιοι Πατερμούθιος, Κόπρις καὶ Ἀλέξανδρος οἱ Ὁσιομάρτυρες
Eις τον Πατερμούθιον και Kόπριν.
Kοινωνός ώφθην και βίου σοι και ξίφους,
Πάτερ Πατερμούθιε κραυγάζει Kόπρις.
Eις τον Aλέξανδρον.
Αγώνος Aλέξανδρε διπλού λαμβάνεις,
Ασκήσεως τομής τε διπλά και στέφη.
Χριστιανοί, γεμάτοι εὐσέβεια καὶ ζῆλο, βασανίστηκαν καὶ τέλος ἀποκεφαλίστηκαν μὲ διαταγὴ τοῦ Ἰουλιανοῦ τοῦ παραβάτου (361 – 363), ὅταν αὐτὸς ἐκστράτευε κατὰ τῶν Περσῶν. Ὁ Κόπρις, νεαρὸς δείλιασε στὴν ἀρχὴ λίγο. Ἀλλὰ ὁ Πατερμούθιος τὸν ἐνίσχυσε μὲ τὰ θερμὰ λόγια του.
Καὶ οἱ τρεῖς δέ, ὑπέστησαν τὸν μαρτυρικὸ θάνατο, ψάλλοντες ὕμνους πρὸς τὸν Χριστό.
Ὁ Ὅσιος Στέφανος ὁ Ὁμολογητής
Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,
λαμπρός τις ἥκει πρὸς στεφάνους τοὺς ἄνω.
Ἡ πατρίδα του ἦταν κοντὰ στὰ Γάδειρα τῆς Ἱσπανίας. Ἀνέθρεψε μὲ εὐσέβεια τὰ παιδιά του καὶ τὰ κατέστησε χρήσιμα καὶ ἀγαθοεργὰ μέλη τῆς κοινωνίας. Ἀργότερα ὁ ἴδιος ἀφιερώθηκε ὁλοκληρωτικὰ στὸ Θεό, ἀφοῦ ἄφησε κάθε βιοτικὴ μέριμνα.
Προσκυνητὴς στὴν Ρώμη, δώρισε πολλὰ χρήματα στὰ ἐκεῖ χριστιανικὰ ἱδρύματα, τὸ ἴδιο ἔκανε καὶ ὅταν στὴν συνέχεια πῆγε στὴν Κωνσταντινούπολη τὸ 919 μ.Χ. Ἀπὸ ἐκει πῆγε στοὺς Ἁγίους Τόπους, ὅπου διαμοίρασε καὶ τὰ τελευταῖα χρήματά του καὶ ἔγινε μοναχὸς μὲ τὸ ὄνομα Στέφανος, ἀπὸ Δουναλέ.
Συνελήφθη ἀπὸ τοὺς Σαρακηνοὺς καὶ βασανίστηκε σκληρά. Κατάφερε ὅμως νὰ διαφύγει μὲ δύο ἱερεῖς στὴν Αἴγυπτο. Ἀλλὰ καὶ ἐκεῖ μὲ ζῆλο κήρυττε τὸ Εὐαγγέλιο.
Καταγγέλθηκε στὸν Ἀμηρά, φυλακίστηκε καὶ ὑπέστη φοβερὰ βασανιστήρια. Βαριὰ τραυματισμένος, πέθανε δοξάζοντας τὸν Θεό.
Ὁ Ἅγιος Ἴακχος ὁ Μάρτυρας
῎Ιακχε, κρατύνθητι· καὶ τμηθεὶς κάραν,
τμηθεῖσιν ἐγγράφηθι, καὶ στέφου κάραν.
Ἦταν ἀπὸ τὴν Τρίγλια καὶ μαρτύρησε διὰ ξίφους.
Ὁ Ἅγιος Νικήτας ὁ Νέος
Eι και αθλητής εστιν εν χρόνοις νέος,
Ίσος παλαιοίς εστι Nικήτας άθλοις.
Δὲν σώζονται βιογραφικά του στοιχεῖα. Μόνο κάποιος λόγος τοῦ μέγα λογοθέτη Θεοδώρου Μουζάλων, ποὺ ἀναφέρεται σ’ αὐτὸν καὶ βρίσκεται στὴ Μεγίστη Λαύρα τοῦ Ἁγίου Ὄρους.
Άγιος Μισαήλ του Αμπαλάσκ
Δεν έχουμε λεπτομέρειες για τον βίο του Ρώσου Αγίου.
Πηγές:http://www.saint.gr/12/17/index.aspx
http://www.synaxarion.gr/gr/m/12/d/17/sxsaintlist.aspx






